Μουσικό ύφος
Το Γέννημα εχιδνών αληθώς ο Ιούδας ψάλλεται στον Όρθρο της μεγάλης Παρασκευής, ήτοι στην βραδινή ακολουθία της Μεγάλης Πέμπτης.
Γέννημα εχιδνών αληθώς ο Ιούδας
Γέννημα ἐχιδνῶν, ἀληθῶς ὁ Ἰούδας, φαγόντων τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ γογγυζόντων κατὰ τοῦ τροφέως· ἔτι γὰρ τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, κατελάλουν τοῦ Θεοῦ οἱ ἀχάριστοι· καὶ οὗτος ὁ δυσσεβής, τὸν οὐράνιον Ἄρτον, ἐν τῷ στόματι βαστάζων, κατὰ τοῦ Σωτῆρος τὴν προδοσίαν εἰργάσατο. Ὢ γνώμης ἀκορέστου, καὶ τόλμης ἀπανθρώπου! Τὸν τρέφοντα ἐπώλει, καὶ ὃν ἐφίλει Δεσπότην, παρεδίδου εἰς θάνατον. Ὄντως ἐκείνων υἱὸς ὁ παράνομος, καὶ σὺν αὐτοῖς τὴν ἀπώλειαν ἐκληρώσατο. Ἀλλὰ φεῖσαι, Κύριε, τοιαύτης ἀπανθρωπίας τὰς ψυχὰς ἡμῶν, ὁ μόνος ἐν μακροθυμίᾳ ἀνείκαστος.